Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.395 | Joseph. BJ 3.402 (English) | >>Joseph. BJ 3.409 |
3.399
ἔφη , Οὐεσπασιανέ , νομίζεις αἰχμάλωτον αὐτὸ μόνον εἰληφέναι Ἰώσηπον , ἐγὼ δὲ ἄγγελος ἥκω
-- -- Νέρωνί με πέμπεις · τί γάρ ; οἱ μετὰ Νέρωνα μέχρι σοῦ διάδοχοι μενοῦσιν . σὺ Καῖσαρ , Οὐεσπασιανέ , καὶ αὐτοκράτωρ , σὺ καὶ παῖς ὁ σὸς οὗτος .
3.402δέσμει δέ με νῦν ἀσφαλέστερον , καὶ τήρει σεαυτῷ · δεσπότης μὲν γὰρ οὐ μόνον ἐμοῦ σὺ Καῖσαρ , ἀλλὰ καὶ γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων γένους , ἐγὼ δὲ ἐπὶ τιμωρίαν δέομαι φρουρᾶς μείζονος ,
3.403εἰ κατασχεδιάζω καὶ θεοῦ .” ταῦτʼ εἰπόντος παραχρῆμα μὲν Οὐεσπασιανὸς ἀπιστεῖν ἐδόκει καὶ τὸν Ἰώσηπον ὑπελάμβανεν ταῦτα περὶ σωτηρίας πανουργεῖν ,
3.404κατὰ μικρὸν δὲ εἰς πίστιν ὑπήγετο τοῦ θεοῦ διεγείροντος αὐτὸν εἰς τὴν ἡγεμονίαν ἤδη καὶ τὰ σκῆπτρα διʼ ἑτέρων σημείων προδεικνύντος .
3.405ἀτρεκῆ δὲ τὸν Ἰώσηπον καὶ ἐν ἄλλοις κατελάμβανεν · τῶν γὰρ τοῖς ἀπορρήτοις παρατυχόντων φίλων ὁ ἕτερος θαυμάζειν ἔφη πῶς οὔτε τοῖς ἐπὶ τῶν Ἰωταπάτων περὶ ἁλώσεως , οὔθʼ ἑαυτῷ προμαντεύσαιτο αἰχμαλωσίαν , εἰ μὴ ταῦτα λῆρος εἴη διακρουομένου τὰς ἐπʼ αὐτὸν
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.395 | Joseph. BJ 3.402 (English) | >>Joseph. BJ 3.409 |